Ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.
[2] Πᾶς δὲ λόγος ἐστὶ δῆλον ὅτι ἐν ἐπινοήμασι καὶ ἐν ἀπαγγελίᾳ, ἥτις ἐστὶν ἐν λέξει, ἐν σχήματι, ἐν ῥυθμῷ. ἔστιν οὖν ῥητέον τίνα ἐστὶ τὰ διακρίσεις ποιοῦντα ἀπὸ τῶν πολιτικῶν τοῖς ἀφελέσι λόγοις· οὐ γὰρ τὰ αὐτά ἐστιν ἐννοήματα τῶν τε ἀφελῶν καὶ τῶν πολιτικῶν. εἰ γὰρ ἐννόημα τὸ αὐτό, ἀλλὰ λέξις οὐχ ἡ αὐτή, ἢ εἰ καὶ λέξις ἡ αὐτή, ἀλλ' οὐχ ὁ ῥυθμὸς ὁ αὐτός, ἢ εἰ καὶ ῥυθμὸς ὁ αὐτός, ἀλλ' οὐ τὸ σχῆμα τὸ αὐτό.
[3] Εἰδέναι οὖν δεῖ πρῶτον, ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν, ὅτι αἱ διαφοραὶ τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ εἰσὶν ἀπὸ τῶν ἐννοημάτων πρῶτον λαμβανόμεναι. ἔστι γὰρ τὰ μὲν πολιτικὰ νοήματα τραχύτερα, ἐνδοξότερα καὶ ἀπὸ ἐνδοξοτέρων λαμβανόμενα, καὶ δριμύτερα, τήν τε δριμύτητα ἐργαζόμενα ἐκ τοῦ σπανιώτερά τε εἶναι καὶ ἔνδοξα, τὰ δὲ ἀφελῆ νοήματα ἁπλᾶ, ἐπίκοινα, ἄδοξα, καὶ ταῦτα ἀπὸ ἀδόξων τῶν ἐπιχειρημάτων λαμβανόμενα. περὶ μὲν οὖν τῶν νοημάτων, ὡς ἂν ἀπὸ πολλῶν ὀλίγα εἴποι τις, ταῦτά ἐστιν.
[4] Ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν· ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι· οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.
[5] Τὰ δὲ σχήματα ἐν μὲν τῷ πολιτικῷ λόγῳ τραχέα ἐστί, σφοδρά, ἐλεγκτικά, βίαια, ἐν δὲ τῷ ἀφελεῖ ἀνειμένα, ἁπλᾶ, μηδένα ἔλεγχον μηδὲ ἐξέτασίν τινα ἐμφαίνοντα, ἀλλὰ κοινότερα καὶ ἀναπεπτωκότα· οὕτω γὰρ ἐκεῖνα ποιεῖ σύντονον τὸν λόγον καὶ πολιτικόν, ταῦτα δὲ ἀφελῆ, ὡς ἂν ἰδιωτικὰ καὶ ὁμιλητικὰ ὄντα.
[6] Οὐ μὴν οὐδὲ ἡ λέξις ἡ αὐτὴ αὐτοῖς, ἀλλ' ἔνι τις καὶ ἐν τῇ λέξει διαφορά· ἐν μὲν γὰρ τῷ πολιτικῷ λόγῳ ποτὲ μὲν ἀπήρτισται τὸ νόημα, ποτὲ δὲ δεῖ ἄλλῳ νοήματι ἐπιβάλλειν· δεῖ γὰρ μετὰ πάσης ἀσφαλείας καὶ τόνου προάγεσθαι τὸν λόγον. ἐν δὲ τῷ ἀφελεῖ οὐκ ἔτι, ἀλλὰ δοκεῖ ἡ λέξις ὡς ἂν τύχῃ προάγεσθαι [ἀλλ'] ὑπτίαν ἐμφαίνουσα καὶ μηδεμίαν ἐπιτήδευσιν τῆς λέξεως. ἔτι ἐν μὲν τῷ πολιτικῷ λόγῳ ὅ τι ἂν βούληταί τις σημαίνειν, ὑπὸ τῆς λέξεως τοῦτο αὐτὸ καὶ ἐμφαίνεσθαι μόνον δεῖ, ἐν δὲ τῷ ἀφελεῖ ἡ μία λέξις καὶ ἓν καὶ δύο καὶ τρία σημαίνει ἐνίοτε. κάλλη δὲ ἐν λέξει ἡ παράθεσις τῶν λέξεων ποιεῖ, οἷον ἱπποφορβὸς ἵππων, συοφορβὸς συῶν.
[7] Καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.
[8] Ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρ' ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.
[1] Τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.
[2] Ὅταν δὲ ἔλθῃς εἰς τὴν κατασκευὴν τῆς διαφορᾶς καὶ εἴπῃς, ῥᾴδιον γάρ ἐστι βοῶν καὶ ὀΐων καὶ πάσης ἀγέλης ἄρξαι μᾶλλον ἢ ἀνθρώπου, τότε λέγω ὅτι εἰς ἐννοήματα ἀφελέστερα ἀπάγεις τὸν λόγον· ἤθους γὰρ καὶ τρόπου εἰσίν, ἃ τοῦ λόγου τὸ ἀφελὲς ἐτήρησεν. ὁ μὲν οὖν πολιτικὸς πρότασιν προθεὶς τὰ κατασκευαστικὰ παρατίθησιν ἐπιλεγόμενος ἀεὶ τῶν ἐννοημάτων τὰ πολιτικώτερα, οἷον τὸ κατὰ τὰς ἀποβάσεις λέγειν οὐ πολιτικώτερον, νομέας μέντοι ἄρχοντας ἢ πάλιν, οὐδεπώποτε ᾐσθήμεθα συστάσας τὰς ἀγέλας, οὐκ ἂν πολιτικὸς εἴποι, οὗτος δὲ κατὰ τὸ πρέπον ἑαυτῷ τοῖς ἐπιχειρήμασι τὸ διαλλάττον παρέσχετο.
[3] Ὅπου δὲ κοινὰ τὰ ἐπινοήματα, οὔτε ἡ λέξις οὔτε τὸ σχῆμα τὸ αὐτό· ὅταν γὰρ εἴπῃ, ἔννοιά ποθ' ἡμῖν ἐγένετο, καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν, οὐχὶ δίκας ἔδοσαν, καὶ πάλιν, οἱ δὲ κἂν ὁποσονοῦν ἄρχοντες διαγένωνται· οὐ γὰρ εἶπεν, οἱ κατὰ κράτος ἑλόντες τὰς πόλεις καὶ τὰς ἀρχὰς ἰσχυροτάτας ἑαυτοῖς καταστησάμενοι.
[4] Ἔδειξα οὖν σοι ὅτι τῶν ἐννοημάτων τὰ μέν ἐστιν ἀπὸ κρίσεως λαμβανόμενα, τὰ δὲ παντοῖά ἐστιν ἐννοήματα, καὶ τὰ μὲν αὐτῶν ἐστιν ἐξ ἐνδόξων λαμβανόμενα, τὰ δὲ ἐκ μικρῶν καὶ ἀφανῶν. τοῦτο μὲν δὴ τοιοῦτό σοι, ὅτι παντοίοις ἐννοήμασι χρῶνται οἱ ἀφελεῖς, καὶ οὐκ ἐξαρκεῖ αὐτοῖς μόνον χρῆσθαι τοῖς ἐκ τῶν ὑποκειμένων λαμβανομένοις, ἀλλὰ καὶ τοιούτοις ἐνίοτε ἐννοήμασιν, ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδ' ἂν προσέλθοι διὰ τὸ μήτε αὐτὰ ἐκ τῶν ὑποκειμένων λαμβάνεσθαι καὶ ἄδοξα τυγχάνειν, οἱ δὲ ἀφελεῖς οὐκ ἀπέχονται τούτων.
[5] Τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλ' ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον, οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει ἔννοιά ποθ' ἡμῖν ἐγένετο, καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.
[6] Δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλ' ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη, ὡς καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλ' ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.
[7] Κατὰ μὲν οὖν τὴν ἀπαγγελίαν ἀμφότερα τὰ ἐννοήματα οὐκ ἔστι τραχέως εἰρημένα οὔτε τὸ ἔννοιά ποθ' ἡμῖν ἐγένετο, οὔτε τὸ ἀλλ' ἔμοιγε δοκεῖ· ἐπειδὴ γὰρ ἐδόκει τὸ ἐν τῷ Συμποσίῳ εἰρημένον ἄδοξον εἶναι τὰ ἐν ταῖς παιδιαῖς διηγεῖσθαι, καὶ οὐδεὶς ἂν πολιτικὸς τοῦτο ἐποίησεν ἀδόξου ὄντος αὐτοῦ, μετὰ παραιτήσεως προήγαγεν ἀλλ' ἔμοιγε δοκεῖ. εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῷ λόγος ἀποφαντικοῦ, οἷον δοκεῖ δ' ἔμοιγε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.
[8] Κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλ' οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλ' ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως ἀλλ' ἔμοιγε δοκεῖ, εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· καὶ πάλιν φησίν, ὡς δὲ ἱπποδρομία ἔληξεν. ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δ' ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.
[9] Ποικίλως δὲ τοῖς σχήμασι χρῶνται οἱ ἀρχαῖοι ἀφελεῖς τε καὶ οἱ πολιτικοὶ ἄνδρες· ἃ γὰρ ἐν πολιτικῷ λόγῳ δριμὺν τὸν λόγον ποιεῖ, ἐνθάδε ἀφελῆ ἐργάζεται. καὶ τὸν ῥυθμὸν δὲ τῆς ἀπαγγελίας τοιοῦτον εἶναι δεῖ οἷον προϊέναι καὶ ἐμβαίνειν μᾶλλον ἢ ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι, οὐχ ὥσπερ ἐν τοῖς πολιτικοῖς τὰς [τε] ποιότητας παρατιθέασιν, ὅταν λέγωσιν ἢ δεινότατα ἁπάντων ἢ ἐφ' ᾧ πάντες ἀγανακτήσετε ἢ σχέτλιον γὰρ τοῦτό γε· πρὶν γὰρ τὸ πρᾶγμα εἰπεῖν τὴν ποιότητα οἱ πολιτικοὶ παραδεικνύουσι, καὶ ποτὲ μὲν πρὸ τῶν πραγμάτων, ποτὲ δὲ μετὰ τὰ πράγματα ἐπάγοντες. εὐρυθμίας δὲ καὶ τοῦτο καίτοι τότε ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς τε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς; τοῦτο δ' εὐρυθμίαν ἐν τῷ λόγῳ εἰργάσθαι καί μοι δοκεῖ, τὸ δὲ τὴν εὐρυθμίαν ἀπειργασμένον ἐστὶ τὸ ἐμπεριβαλόντα τὰ νοήματα καὶ ἀπαρτίσαντα στῆσαι τὸ νόημα, ὥστε καὶ τὸ μετὰ ταῦτα ῥηθὲν μηκέτι ἡνῶσθαι, ἀλλ' ἑτέρου ἀρχὴν λόγου δοκεῖν εἶναι· τί γάρ φησιν; ὅσα δὲ ἐπεὶ ἐπ' ἀνδράσιν ἐγένετο. οὐ πολλαχοῦ δὲ ὁ Ξενοφῶν χρῆται τούτῳ τῷ σχήματι· ἔστι γὰρ σκληρότερον καὶ δικανικώτερον, ἀποδεδειγμένοις πράγμασιν ἢ ὡς βιαζόμενοι ἢ ὥς τι σφόδρα δοκοῦντες λέγειν τὰ τοιαῦτα ἐπάγειν εἰώθαμεν. πλὴν τό γε κατὰ τὴν ἄλλην αὐτοῦ εὐρυθμίαν θαυμαστὸν καὶ τοῦτο γέγονε τὸ συνεχεῖς τὰς διαστάσεις ἑνὶ πνεύματι λόγου γεγονέναι, καίτοι τότε· ἐν τῇ κρατίστῃ πόλει· ὑπὸ τῶν ἀρίστων κριθέντα· τοῦ καλλίστου γέρως ἀξιωθῆναι· καὶ τὸ πολλὰ νοήματα καθ' ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ.
[10] Καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν πολλοὺς φησὶν ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους. πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι θαυμάζω οὖν φησὶ πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν. μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.
[11] Δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατ' αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καὶ τοὺς νέους διαφθείρων. τὸ γὰρ ἐθαύμασα καὶ πολλάκις οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.
[12] Οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφ' ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ' ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδ' ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.
[13] Καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν. τίσι ποτὲ λόγοις· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν. καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατ' εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλ' οἱ γραψάμενοι Σωκράτην. καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, ἀδικεῖ μέν, ἀδικεῖ δέ.
[14] Εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλ' ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, πρῶτον. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατ' εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει;
[15] Πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα, καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλ' οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον, εἶθ' ἑξῆς λέγονται χρήματα. ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.
[16] Τηρητέον οὖν ἐν παντὶ ὡς οἵ τε ῥυθμοὶ τά τε σχήματα τά τε ὀνόματα πρέποντα τῷ ἀφελεῖ λόγῳ εἴη, τά τε ὁμοιόρυθμα τῶν νοημάτων, οἷον λεγόμενα, πραττόμενα, βουλευόμενα, καὶ τὰ σχήματα πάντα μὲν εἰδέναι τὰ τούτοις πρέποντα, πανταχοῦ δὲ τὸ ἀφελὲς τὸ ἐν αὐτοῖς τηρεῖ.
[17] Λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ· ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι. ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές· ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλ' ἕν τι τῶν περὶ αὐτόν· οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα· ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.
[1] Δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, Φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.
[2] Καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος, τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρ' αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.
[3] Τὰ μὲν γάρ τινα, ὡς ἔφην, ὑποκαθήμενον καὶ ὑπονοούμενον ἔχει τὸ ἦθος, ὁποῖόν ἐστι τὸ προειρημένον ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, τὰ δέ τινα ἁπλᾶ ἐστι καὶ οὐδεμίαν κακοήθειαν ἐμφαίνει, ὡς ἔχει καὶ τοῦτο, οἱ μέν τινες χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι· τοῦτο γὰρ οὐδὲν πλέον ἐμφαίνει ἢ τὸ γενόμενον. ὅπου δ' ἂν αἱ ὑπόνοιαι πονηραὶ ὦσι καὶ λυπῶσι τὸν λόγον, δεῖ τὸ παρὰ σοῦ εἰσαγόμενον ἐπανορθοῦσθαι τὸ ἄτοπον οὐχ ἁπλῶς, ἀλλὰ ταῖς παρὰ σοῦ προσθήκαις, οἷον εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γινόμενα ἡγήσατ' ἂν φύσει βασιλικόν τι τὸ κάλλος εἶναι, καὶ ἡ παρ' αὐτοῦ προσθήκη, ἄλλως τε ἢν καὶ μετ' αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος, κέκτηταί τις αὐτό· περὶ κάλλους γὰρ ὄντος τοῦ λόγου οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι.
[4] Πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθ' αὑτό, ἀλλ' ἐν τοῖς ἀκούουσι καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδ' ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν· εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, δι' ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτ' ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρ' ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρ' ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Ξενοφῶντος δὲ ἦθος καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν, ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφ' ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.
[5] Τὰ δὲ ἤθη ὁ Ξενοφῶν ἐργάζεται πρῶτον μὲν πρὸς τὰ ἰδιώματα ἀφορῶν τῶν προσώπων περὶ ὧν ἂν ποιούμενος τοὺς λόγους τυγχάνῃ, ἔπειτα τοὺς καιροὺς ὁρῶν καὶ πρὸς τούτοις τὰς περιστάσεις καὶ τὰ συμβεβηκότα καὶ τὰ παρόντα αὐτοῖς καὶ τὰ παρακολουθοῦντα, ἐξ ὧν συλλογιζόμενος ἤθη εὑρίσκει ἐργάζεσθαι ἐν τοῖς λόγοις καὶ νὴ Δία γε καὶ πάθη. ἵνα δὲ ἀπ' αὐτῶν τῶν βιβλίων ἄρξηταί τις, ἐν τῷ Συμποσίῳ πᾶσα μὲν ἀρετή ἐστι, ὁ δὲ λόγος καὶ ἡ ἁπλότης τῆς διανοίας ἐστὶ τῶν λεγομένων, ὃ οὕτω τις ἂν ἦθος εἴποι· καὶ σχεδὸν ὁ λόγος ἅπας οὕτω προῆκται. πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ; τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον καὶ τὰ παρακολουθοῦντα φύσει, οἷον ὁποῖον μέν τι τὸ συμπόσιόν ἐστι καὶ τίνα ἐν συμποσίῳ λέγεσθαί τε καὶ γίνεσθαι συμβαίνει. πρὸς ἃ προορῶν ἀπειργάσατο τὸν λόγον, οἷον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου, ἀλλ' ἔμοιγε δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς. ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιὰς πραττόμενα τῶν μεγάλων τε καὶ ἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι, καὶ ἔστι τὸ θεώρημα τοῦ ἀφελοῦς, ὅτι μὴ ἐκ παντὸς τρόπου δεῖ διώκειν τὰ ἔνδοξα καὶ τὰ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα. πάλιν ἐν τοῖς Ἀπομνημονεύμασι τὸ ἰδίωμα καταμαθὼν τῆς Σωκράτους προαιρέσεως, πρὸς τοῦτο ἀπιδὼν προσαγήοχε τὸν λόγον· ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὗτος ὡς ἀφελὴς ἀνὴρ ἦθος κἀνταῦθα ἐνεδείξατο, πολλάκις φησὶν ἐθαύμασα, οὐχὶ δὲ εἶπεν, ἐφ' ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ' ᾧ ἄξιον ἐπιτιμῆσαι. δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τόπῳ ἐνέφηνε τὸ μέγεθος τοῦ πράγματος· τὸ γὰρ ἐθαύμασα καὶ τὸ πολλάκις οὐ μικρῶν ἐστιν ἔμφασις. πάλιν ἐν τῇ Παιδείᾳ ὅρα πῶς μετεχειρίσατο εἰπών, ἔννοιά ποθ' ἡμῖν ἐγένετο. τὸ μὲν οὖν νόημά ἐστιν ὃν τρόπον Κῦρος παῖς ὢν ἐτρέφετο καὶ τίνος παιδείας μετέσχεν, καὶ τίνα ἔργα ἔπραξε, καὶ ὡς εὐδαιμονέστατος ἀνθρώπων ἐγένετο, τοῦτο δὲ ἄλλο τι βούλεται τῷ ἀνδρί· οὐ γὰρ Κῦρον ἐγκωμιάσαι προῄρηται οὐδὲ μέλει αὐτῷ ὃν τρόπον ἐπαιδεύθη ὁ Κῦρος ἢ ἐτράφη, ἀλλ' ἐπειδὴ ἐν ἤθει προάγει τὸν λόγον, ὑπογραφῇ κέχρηται ὁποῖόν τινα δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ τίνι τροφῇ καὶ τίνι παιδείᾳ χρῆσθαι, καὶ ὁποῖον μὲν δεῖ εἶναι ἔτι ἐν παιδίοις ὄντα, ὁποῖον δὲ ἐπειδὰν μειράκιόν τις γένηται, τίνα δὲ ἔργα καὶ ἐπιτηδεύματα προσήκοντα τῷ καλῷ τε καὶ ἀγαθῷ ἀνδρί, ὁ δὲ Κῦρος ἄλλως ὄνομά ἐστιν αὐτῷ. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς Ἀπομνημονεύμασι μετακεχείρισται τοὺς τοιούτους τῶν λόγων· ἐκεῖ γὰρ αὐτῷ καὶ περὶ πλειόνων εἴρηται ὃν τρόπον δεῖ τῇ πατρίδι τῇ ἑαυτοῦ προσφέρεσθαι καὶ τοῖς φίλοις καὶ ἐν τοῖς οἰκείοις πᾶσιν· οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς, οἷον οὕτω χρὴ τοῦτον τὸν τρόπον τοῖς φίλοις προσφέρεσθαι, οὐδὲ χρὴ τοῦτον τὸν τρόπον τοῖς ἀδελφοῖς· οὐδὲ χρὴ πρότερον ἐπίδειξιν εἶναι πολιτείας, πρὶν ἂν ἀνήρ τις γένηται σοφός τε καὶ ἐπιστήμων πραγμάτων, ἀλλ' ὑποθεὶς ἕτερα πρόσωπα διδάσκει σε ὃν τρόπον χρὴ τὰ τοιαῦτα ποιεῖν, ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν. ὅταν οὖν θέλῃς ἐν ἤθει λόγον προαγαγεῖν, οὐχ ὑποθετικῶς εἰσάγεις, τάδε χρὴ ποιεῖν ἢ τάδε, ἀλλὰ πρόσωπον ἕτερον ὑποθεὶς ἃ ἂν βούλῃ τινὰ ποιεῖν λέγεις, ὅτι ἐκεῖνος ἦν τοιοῦτος καὶ τάδε ἐποίει.
[6] Ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας, ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου, οἷον σκληρότερον καὶ ἀπηνῆ περιθεῖναι λόγον, ὅταν τοιοῦτόν τι ὑποτεθῇ, καὶ πάλιν αὖ εἰ ἐρῶντί τινι οἰκείους λόγους περιθείη, καὶ πᾶσιν ὁμοίως πρὸς τὰ πάθη ἀφορῶντα, ὃν τρόπον καὶ ἐν τῇ Παιδείᾳ ἐκ τῶν περιστάντων πάθη εἰργάσατο, ὁπόσα περί τε Ἀβραδάτου καὶ τῆς ἐκείνου γυναικὸς εἴρηται· ἡ δὲ πᾶσα ἀρετὴ τὸ διαφυλάξαι καὶ τηρῆσαι τὰ ἰδιώματα ἑκάστου, ὥσπερ ἦν. οὕτω πεποίηκε τὸν Κυαξάρην διὰ παντὸς ὀργίλον καὶ ἵνα ἄλλον ἔχοντά τι ἐν τῇ ψυχῇ ἰδίωμα· ταῦτα γὰρ ἤθη μεγάλα ἐργάζεται ἐν τῷ λόγῳ· φυλάξαις δ' ἄν, ἐὰν ἐπακολουθήσῃς τῇ προτέρᾳ διανοίᾳ καὶ τῇ προαιρέσει τοῦ λόγου, τί σοι βούλεται σκοπῶν καὶ πρὸς τὸ ἰδίωμα ἀφορῶν περὶ οὗ ἂν λέγῃς.
[7] Τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἷον εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν· ἐν γὰρ τούτοις ἐμφανίζεις τὴν σεαυτοῦ γνώμην πῶς ἔχεις περὶ τοὺς τοιούτους ἄνδρας· τῷ δὲ Ξενοφῶντι ἐξήρκεσε μόνον ἐπὶ τῆς ἐννοίας ἀποσιωπῆσαι, Χείρωνα δὲ διὰ δικαιότητα καὶ τὰ ἑξῆς.
[8] Ἔστι δὲ τῆς ἰδιότητος τοῦ ἀνδρὸς καὶ πάντων τῶν ἀφελῶν παρέχεσθαι, ὡς ἔνι μάλιστα, καὶ χρηστὸν τὸ ἦθος, μὴ μέντοι ἐνσημαίνεσθαι τοῦτο αὐτὸ καθ' αὑτό. σκόπει δὲ ἐντεῦθεν τὸ ἦθος τῆς ἀφελείας, εἰ οὐ δοκεῖ σοι χρηστοῦ ἀνδρὸς εἶναι τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι· οὕτω δέ τι χρηστὸς ἦν ὁ Δαρεῖος καὶ φιλόστοργος, ὥστ' ἐβούλετο τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι. ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι· τοῦτο χρηστοῦ ἤθους ἐστί· πατρικὴν γάρ σοι διάθεσιν ἐνεδείξατο, καὶ ἔστι τῆς γνώμης ἡ ἀρετή, καὶ τὸ ἦθος ἀφελοῦς ἀνδρός, οἷον ἂν χρηστὸν γένοιτο. ἦθος δὲ χρηστὸν ἐποίησε καὶ ἐν τῷ Συμποσίῳ ἐπὶ τῆς τὰ θαυμαστὰ ἐπιδεικνυμένης εἰπών, ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο. χρηστὸν οὖν κἀνταῦθα τὸ ἦθος ἐφάνη τὸ τοὺς θεωμένους φοβεῖσθαι ἐπὶ τῷ παραδόξῳ τοῦ θεάματος.
[9] Ἦθος ἄλλο πάλιν ἀφανὲς καὶ κεκρυμμένον, ὥσπερ ἐν τοῖς ἀφελέσι λόγοις προσήκει, ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον. τί γὰρ δεῖ ἐξαγορεύειν καὶ λέγειν, λαβὼν Τισσαφέρνην τὸν μάλιστα ἐπιβουλεύοντ' αὐτῷ ὡς φίλον; τὸ δὲ ἀποκρυψάμενον ἐφ' ἑαυτοῦ ἐᾶσαι τοῦτο ἔχει τὸ ἦθος. καὶ μάλιστά γε τούτῳ πρόσεχε, ὅτι οὐκ ἐπισημαίνονται οἱ ἀφελεῖς ἄνδρες τὰς δυνάμεις, ἀλλ' αὐτὰς ἐφ' ἑαυτῶν ἀξιοῦσι δείκνυσθαι, ἐκτὸς εἰ μὴ καιρὸς εὔθετός που φανείη, ὡς καὶ ἐν τῷ Κυνηγετικῷ, ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων. καιρὸν ἔσχεν ἐνταῦθα καὶ ἦθος θαυμαστὸν μετὰ τὰς ἐκβάσεις τηλικαύτας οὔσας καὶ ὑποθετικῶς ἐκ τοῦ οἰκείου προσώπου χρῆσθαι, ἐγὼ μὲν οὖν παραινῶ. ὅταν δὲ τὸ ἐναντίον τοῦ σημαντικοῦ εἴπῃς καὶ ἀνιῇς τῆς ἐπιστάσεως, ἦθος ἐργάζῃ· οὐ γὰρ λέγεις, ἔχεσθαι κυνηγεσίων καὶ σπουδάζειν περὶ κυνηγέσια, ἀλλὰ τὸ ἐναντίον μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. τοῦτο δὲ οὐκ ἐᾷ εὐτελῆ γενέσθαι τὸν λόγον, ὅταν ἔνδοξον μὴ πάνυ δοκοῦντι ἐνδόξῳ παραθῇς, μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. μεῖζον οὖν μικροτέρῳ συμπλέξαι καὶ κατ' εἶδος λεχθέντι ἀναμῖξαί τι ἐν γένει ἀνδρός ἐστιν ἐπιστήμονος· ἐκ τούτων γὰρ γίνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ εἰς τὰ ἄλλα· τόδε οὖν χρὴ ποιεῖν διὰ τόδε. ἡ μὲν οὖν αἰτιολογία κοινὴ καὶ πολιτικῶν καὶ ἀφελῶν, τὰ δὲ σχήματα διάφορα τὸ μὴ συμπλέξαντα εἰπεῖν, οὐ μόνον εἰς τὸν πόλεμον, ἀλλὰ καὶ εἰς τὰ ἄλλα.
[10] Ἦθος δὲ πάλιν μετὰ γλυκύτητος ἐποίησεν εἰπὼν ἐν τοῖς Ἀπομνημονεύμασι, καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἔχειν φίλον ἀγαθὸν κτησάμενος ἦθος γλυκὺ ἐποίησεν ἀπὸ τοῦ ἐλάττονος ὀνομάσας τὸ πρᾶγμα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι αἱ τῶν φίλων οὐσίαι ἐκείνου πᾶσαι γίγνονται καὶ αἱ βοήθειαι αἱ ἐν τῷ βίῳ, ὁ δὲ ἑνὶ τούτῳ ὀνόματι, ὃ καὶ γλυκύτητα ἐμφαίνει καὶ ἦθος, φίλον φησὶν ἀγαθὸν κτησάμενος.
[11] Καὶ τὸ τὰς ἐπιτιμήσεις κατὰ τὴν τοῦ ἐναντίου ἀναίρεσιν ποιεῖσθαι ἦθος ποιεῖ, οἷον ἀκολούθου ὄντος εἰπεῖν τῷ [ἐπεμελεῖτο] οὐκ ἠμέλει καὶ τούς τε ἀμελοῦντας ἐμέμφετο ὁ δέ φησιν οὐκ ἐπῄνει, ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τε ἀμελοῦντας οὐκ ἐπῄνει.
[12] Ἦθος δὲ ἀγαθὸν καὶ Σωκρατικὸν τὸ μὴ ἀπὸ τῶν ἀναγκαίων ἐπὶ τὰ ἀναγκαῖα ἄγειν, οἷον αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές, εἶτα ἀπὸ τῶν οὐδετέρων ἐπὶ τὰ ὀνοματικά, τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός. ἐν δὲ τῷ αὐτῷ καὶ κάλλος ἐποίησε τῷ ἀποκόψαι καθ' ἕκαστον πρᾶγμα.
[13] Ἤθη δὲ καὶ εἰρωνεῖαι ἐργάζονται, οἷον ὁπόσα Σωκράτην προσδιαλεγόμενον πεποίηκε καὶ ἀναδιδάσκοντα τοὺς νέους, ὥσπερ αὐτὸν οὐκ εἰδότα, ἀλλ' ἀναζητοῦντα μᾶλλον.
[14] Ἔνια δὲ ὀνόματα καὶ χωρὶς τῶν πραγμάτων ἦθος ἐργάζεται ἐν τοῖς λόγοις, οἷον εἰς καλόν γε ὑμῖν συντετύχηκα. ἐνταῦθα οὐκ ἄλλο τι εἰργάσατο ἦθος ἢ ἡ λέξις, εἰς καλόν γε ὑμῖν συντετύχηκα.
[15] Καὶ τὰ συγκριτικὰ δὲ σχήματα πάνυ μέν ἐστι τῆς ἀφελείας καὶ τοῦ συγγραφικοῦ λόγου μᾶλλόν ἐστιν, ἦθος δὲ καὶ αὐτὰ παρέχεται, οἷον μᾶλλον τοῖσδε, ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις. εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες, ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους εἶναι λέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.
[16] Λέγω οὖν ὅτι καὶ λέξει ἀνεμφάτῳ χρῆται ὁ ἀφελὴς ἀνὴρ καὶ σχήματι καὶ ῥυθμῷ, ὥσπερ ἔχει καὶ ἐνταῦθα, ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἄμφω παρεῖναι· οὐ γάρ ἐστιν ὁ ῥυθμὸς ὥσπερ ἂν πολιτικοῦ ἀνδρὸς γένοιτο, συνειλκυσμένος καὶ συνειληφὼς τὰ νοήματα. τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν· τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος. κινδυνεύει δὲ ἐγγυτάτω εὐτελείας προσιέναι ἡ ἀφέλεια διὰ τὸ πλείστοις ὀνόμασιν ἀνεμφάτως χρῆσθαι, ὡς καὶ ἐνταῦθα τὸ ἠσθένει ψιλὸν ἦν ὄνομα. διὰ τοῦτο αὐτῷ παρετέθη καὶ ἰσοδυναμοῦν, ἵνα ἐκφύγῃ τὴν εὐτέλειαν, ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου.
[1] Ἦθος δὲ ἔχει καὶ σεμνότητα ἢ εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν ἢ εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα δεῖ καὶ τοῖς τοιούτοις προσέχειν· τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν· οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλ' ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλ' ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.
[2] Σεμνότης δὲ γίνεται ἐν τῷ ἀφελεῖ λόγῳ καὶ ἄλλως μὲν πολλαχῶς, σεμνότερον δὲ ὅταν ἀπὸ προσώπου ἐπὶ τὰ πράγματα μετάγῃς· οὐ γὰρ ὅμοιόν ἐστιν ἐπὶ τοῦ προσώπου εἰπεῖν, φύσει βασιλεῖς εἰσὶν οἱ καλοί· μειρακιῶδες γὰρ τοῦτο, ἤπερ ἐπὶ τοῦ πράγματος ἐξενεγκεῖν φύσει βασιλικὸν τὸ κάλλος εἶναι. τῆς δὲ σεμνότητος ἕνεκα τῆς κατὰ τὴν ἔννοιαν ἡ προσθήκη μετὰ ταῦτα, ἄλλως τε ἢν καὶ μετὰ αἰδοῦς καὶ σωφροσύνης καθάπερ Αὐτόλυκος κέκτηταί τις αὐτό.
[3] Σεμνότητα καὶ αἱ τοιαῦται συμπλοκαὶ ποιοῦσιν, οἷον καὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντά τε καὶ ὀρχούμενον· τὸ γὰρ συμπλέκειν εἰς τὸ αὐτὸ τὰ διάφορα τούτων ἀφαιρεῖ τὴν διαφορὰν τοῦ γένους.
[4] Καὶ ὅπου ἂν τὰ μέλλοντα γίνεσθαι ἢ τὰ γινόμενα ὡς ἤδη γεγονότα εἰσάγῃς, σεμνὸν ποιεῖς τὸν λόγον, οἷον ἐπεὶ δὲ αὐτοῖς ἡ μὲν αὐλητρὶς ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε.
[5] Καὶ ὅπου δ' ἂν σεμνὰ τὰ ὀνόματα ἐπεμβάλῃς, μετὰ τῆς σεμνότητος καὶ κάλλους δύναμιν ἐργάσῃ, Ζεὺς μὲν καὶ Χείρων ἀδελφοί, πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης. τὸ μὲν οὖν κοινοποιῆσαι, πατρὸς μὲν τοῦ αὐτοῦ, τό τε διαφορὰν εἰπεῖν, μητρὸς δὲ ὁ μὲν τῆσδε, ὁ δὲ τῆσδε, μετὰ τῆς ἀφελείας καὶ σεμνότητα ἔχει.
[6] Καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατ' εἶδος σεμνότερον, οἷον ἐν γένει μή τι πάθῃ· οὐ γάρ ἐστιν ὅμοιον κατ' εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν μή τι πάθῃ.
[1] Γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη, νῦν τὸ ἀπαρτίζον, διαβήσεσθαι οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.
[2] Πᾶσα δὲ περιβολὴ δύναμιν ἐργάζεται ἐν τῷ λόγῳ, δεῖ δὲ ἡμᾶς ἐπεσκέφθαι καθὸ διαλλάττει τοῦ πολιτικοῦ λόγου ἡ ἐν τῷ ἀφελεῖ λόγῳ γινομένη δύναμις. οὐκοῦν σκόπει· τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται. οὔ φημι τοίνυν ἐγὼ λυσιτελεῖν ἐν τῷ ἀφελεῖ τὸ ἀποφαντικὸν τοῦ σχήματος· ἀξίωμα μὲν γὰρ καὶ δύναμιν περιτίθησιν, οὐκέτι δὲ ἁπλοῦν οὐδὲ κατ' ἄνθρωπόν ἐστιν, ἵνα οὕτως εἴπῃ τις τὸ πρᾶγμα, ἀλλ' ἐπηρμένον τε καὶ τετυφωμένον· οὐδὲ τὸ ὑποτακτικὸν μόριον· τὸ γὰρ εὖ. τὰ γὰρ τοιαῦτα μόρια ἀναγκάζει τὸν λόγον ἐμπεριλαμβάνοντα τὰ νοήματα στρογγύλον γίνεσθαι καὶ σκληρὸν καὶ κατεσφιγμένον, ὅθεν οὐ χρὴ τὰ μόρια προστιθέναι, ἐπειδὰν δυνάμεώς τι σημεῖον ἐξενεγκεῖν βουλώμεθα, ἀλλ' ἀπὸ ῥηματικῶν ἄρξασθαι ἁπλῶς.
[3] Περιβολῆς δὲ καὶ τὸ τοιοῦτον καὶ ἔνδοξον ποιοῦν τὸν λόγον καὶ ἔχειν ἀξίωμα, [καὶ] ὅταν τὰ πράγματα μὴ καθ' ἑαυτὰ εἰσάγῃ τις καὶ ἐπὶ τῶν ὑποκειμένων ὀνομάζῃ, οἷον Καλλίας ἀξιοθέατος ἐφαίνετο διὰ τὸ κατέχεσθαι ἔρωτι τοῦ Αὐτολύκου, ἀλλὰ καὶ ἔξωθεν προσλαμβάνηταί τινα τοῖς ἀορίστοις ὡρισμένα· ἅπαντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι. καὶ εἰ μὲν οὖν ἐβούλου ταχέως μεταβῆναι ἐπὶ τὸ ὑποκείμενον καὶ μὴ σφόδρα τὸν λόγον ἐξᾶραι, εἶπες ἄν, μάλιστα δὲ οἱ ὑπὸ ἔρωτος κατεχόμενοι· νῦν δὲ πολλῷ πλέον ἐξήρθη διὰ τὸ προειλῆφθαι διὰ μέσου τὰς διαφοράς, πρὶν προσάγεσθαι τούτου τὸ ὑποκείμενον· ἀλλ' οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότερον ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φαίνονται.
[4] Πολλῷ δὲ συγγραφικώτερον τὸ ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν, τὸ δὲ πλαγιάζειν τῶν πολιτικῶν ἐστι· σεμνότητα γὰρ καὶ περιβολὴν ἔχει. εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες· ληξάσης δὲ τῆς ἱπποδρομίας, τὸ δὲ ὀρθοῦν τοιοῦτόν ἐστιν, ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν· ἀνειμένον δὲ τοῦτο καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ. ὁ δὲ πολιτικὸς οὐχ οὕτως ἂν ἐποίησεν, ἀλλὰ συντονώτερον, ἐπειδὴ δὲ ἡ ἱπποδρομία ἔληξεν. ὥσπερ δὲ ὁ πολιτικὸς συνειλκυσμένος ἐστὶ καὶ συνειληφὼς τὰ νοήματα, οὕτως ὁ ἀφελὴς ὕπτιος καὶ ἀποτεταμένος.
[5] Περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς. ἐμπερίβολον εἶπεν· τί δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς. Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.
[1] Ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται ἐκ κωμῳδίας καὶ Πλάτωνος καὶ Ξενοφῶντος, χρῶνται δὲ οἱ ἀφελεῖς καὶ ποιητικαῖς λέξεσιν, ὅταν ὄγκον βούλωνται περιθεῖναι τῷ λόγῳ τῶν θεωρημάτων καὶ ἐκ κωμῳδίας. ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι καὶ ὡς ἀπὸ προσθήκης, καίτοι, καὶ μήν, ἀλλὰ τοίνυν, ἀλλὰ μήν· ἀφέλειαν γὰρ τῷ λόγῳ παρέχεται τὰ τοιαῦτα.
[2] Ὅπου δ' ἂν θέλῃς γλυκύτητα ἐργάσασθαι, τοιαύταις χρήσῃ μεταφοραῖς, ὀνόματα ἐπ' ἄλλων πραγμάτων κείμενα μεταφέρων ἐφ' ἕτερα· καὶ ὅταν μὴ μένῃς ἐπὶ τοῖς ἀκριβῶς σημαντικοῖς, οἷον τὸ σημαντικὸν τοῦ ὑποκειμένου ἔδοσαν, καὶ τὸ μετενηνεγμένον ἐκ τῆς τροπῆς καὶ ἐτίμησαν Χείρωνα διὰ δικαιότητα ἀντὶ τοῦ ἔδοσαν.
[3] Καὶ τὰ μεγάλα μικρῶς λέγων, τὰ δὲ μικρὰ μεγάλως γλυκύτητα ἐργάσῃ. τὸ οὖν τὰ μικρὰ μεγάλως ὀνομάζειν λέγομεν ὅτι γλυκύτητα παρέχει τῷ λόγῳ, καὶ ἔστι θαυμασιωτάτη ἡ τροπὴ ἡ τοιαύτη, πόλεμον εἰπεῖν κυνὸς καὶ θηρίου, πρῶτον μὲν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους, μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ.
[4] Γλυκύτητα δὲ καὶ ἐν τῷ Ἀγησιλάῳ θαυμαστὴν ἐποίησεν εἰπών, ὁπότε γε μὴν πορεύοιτο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα, ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτοῖς δύναιντο, εἶτα παράδειγμα ἐπήνεγκεν, ὡς ἂν ἀφελὴς ἀνὴρ γλυκύτητα μετὰ σεμνότητος ἐμφαίνων, ἡσύχως δέ, ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι. τὴν δὲ ἄνεσιν ἔχει τό τε μειοῦν τοῦ παραδείγματος καὶ τὸ μὴ πάντη ἐοικός· τί γὰρ ἔοικε στρατοπέδῳ παρθένος; ὅμως δὲ τὸ μὲν εἰπεῖν παρθένος ἡ σώφρων εὐτέλειαν εἶχε, τὸ δὲ ἀναστρέψαι καὶ τὸ παρακολουθοῦν πρόθεσιν εἶναι τοῦ προσώπου σεμνότητα μετὰ γλυκύτητος εἰργάσατο, ὥσπερ ἂν ἡ σωφρονεστάτη παρθένος.
[5] Καὶ περὶ μὲν γλυκύτητος καὶ ἐν τοῖς προάγουσιν εἴπομεν, ὅσα τε ἀποτελεῖ ἐν τῷ πολιτικῷ λόγῳ καὶ πάλιν ὅσα ἐν τῷ ἀφελεῖ. σχεδὸν αὐτὴ ἡ ἀρετὴ τῆς γλυκύτητος τοῦ ἀφελοῦς ἐστι μᾶλλον.
[1] Κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἷον ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατ' εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα.
[2] Καλὸν δὲ καὶ δριμὺν τὸν λόγον ἐργάζονται καὶ παραθέσεις τῶν ὁμοίων, ὡς ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου ἆθλα φησὶ προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι.
[3] Καὶ αἱ περιεργασίαι δὲ καὶ αἱ σχηματοποιΐαι παρὰ τοῖς ἀφελέσιν ἀφανεῖς εἰσιν. διὰ ταῦτα πολλοῦ ἄξιοί εἰσιν οἱ ἀρχαῖοι· ὅρα γὰρ πῶς σχηματοποιεῖται, καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι· οὐ γὰρ ἦν ὅμοιον εἰπεῖν τοῖς ἱππεῦσι· ταχὺ γὰρ ἀγωνιστικὸν ἐποίει τὸν λόγον, ἀλλὰ ταῖς ἱππικαῖς τάξεσιν, ἥ τις κράτιστα ἱππεύοι. ἐσχηματοποίηται οὖν ἀπὸ τοῦ πλήθους εἰς ἓν καὶ ὤρθωται, καὶ παράκειται τῷ ὁμοίῳ ταῖς ἱππικαῖς, ἥτις ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι.
[1] Μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπ' αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά φησι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, δι' ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.
[4] Ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι ὃ κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷον εἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ. ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι, τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ, ὃ ἦν κατ' αὐτοῦ.
[5] Καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει.
[6] Καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον καλέσας δέ, εἶτα τίνα; Ἀράσπην, εἶτα ὅθεν; Μῆδον· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος· εἶτα [γνωρίσεως] καὶ ἄλλο, ᾧ τὴν στολὴν ἔδωκε.
[7] Ταῦτα μὲν οὖν ἐξαρκεῖν δοκεῖ πρὸς τὸ καὶ δυνάμει προάγειν τὸν λόγον; μάλιστα δὲ ὅταν τὸ ἀληθὲς κατὰ σοῦ λεγόμενον μὴ ὡς ἀληθὲς ἀποδέξῃ, ἀφελοῦς ἀνδρός ἐστιν, ὡς καὶ ὁ Σωκράτης φησίν, αἰεὶ σὺ ἐπισκώπτεις ἡμᾶς. ἦθος μὲν οὖν πεποίηκε τὸ ὑφειμένον τῆς γνώμης καὶ μὴ καταλαζονεύσασθαι τῷ ἐπαίνῳ τῷ ἐκείνου, ἀλλ' ὡς σκώμματι αὐτῷ προσέχειν· ὃ γὰρ ἐκεῖνος σπουδάζων εἶπεν, οὗτος ὡς σκωπτόμενος ἐξεδέξατο.
[1] Οἰκονομία δὲ λόγου ἐφ' ἅπαντι ἡ ἁρμόζουσα τάξις καὶ ἡ προσδοκία τῶν λεγομένων καὶ τὸ ἐξηρτῆσθαι ἀλλήλων τὰ νοήματα καὶ τὰ ἐπιχειρήματα ἐχόμενα τοῦ ὑποκειμένου, ἔτι δὲ καὶ τὰ ἄλλα θεωρήματα, ὅσα τῆς ἀφελοῦς οἰκονομίας ἐστί, λέγω δή, ἐὰν μὲν ἓν κεφάλαιον ᾖ, ἄνευ προλήψεως εἰπόντα δεῖ τῶν ὑπὲρ αὐτοῦ ἐνδόξων οὕτως καταθεῖναι τὴν πρόληψιν, προλαβόντα τι κατὰ τοῦ ἀντιδίκου ἐνδόξων· ἔπειθ' οὕτως, ἐάν τι καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἐπιφέρωσι, σκόπει· ἐὰν ᾖ πλείω τὰ παρὰ τοῦ ἀντιδίκου, σκοπεῖν δεῖ τὸ πρᾶγμα· ἡ γὰρ αὐτή ἐστι μέθοδος· τὸ μὲν γὰρ κεφάλαιον, ὅτι δεῖ τὰ μὲν τῶν ἐχθρῶν ἀσθενῆ ὄντα ἀποφαίνειν, τὰ δὲ ὑπὲρ ἡμῶν αὐτῶν πολὺ ὑπερέχοντα· δῆλον γάρ ἐστι πᾶσι τὸ πῶς ἂν γένοιτο οὐδὲν ἄλλως ἔχοι.
[1] Περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατ' ἰδίαν ἕκαστον ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δ' ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· τὸ δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.
[2] Ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, δι' αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.
[3] Δεῖ δὲ τὰ παραδείγματα καὶ τὰ παρατιθέμενα δι' ὧν ἂν ἐπιδεικνύῃς πρὸς τὸ προκείμενόν σοι ὅμοια εἶναι καὶ κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται, ἢ κατὰ γένος, ἢ κατὰ ἰσχύν, ἢ κατὰ χρόνον, ἢ κατὰ τὰ ἀποβαίνοντα ἐξ αὐτῶν, ἢ κατὰ ἰδιώματα αὐτῶν, ἢ κατ' ἄλλην τινὰ ὁμοιότητα. καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ δι' ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται.
[1] Τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθ' ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.
[2] Οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατ' ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθ' αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλ' ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλ' ἀπηρτισμέναι· ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλ' ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.
[3] Τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων· οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος· καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.
[1] Φέρε δὴ καὶ περὶ ἀρχῆς λόγου καταμάθωμεν, ὃν τρόπον εἴωθε Ξενοφῶν ποιεῖν τὰς ἀρχάς, δεῖ δὲ ἐπὶ πάντων ὁμοίως τῶν λόγων προδιοικεῖσθαι τί χρήσιμον περὶ τὰ πράγματα, καὶ ἢ τὰ ἀντιπίπτοντα λύειν, ἢ συνιστάναι αὐτὰ ἑαυτῷ. ταύτῃ μὲν οὖν ὁμοίως ἔχει τοῖς πολιτικοῖς, τὰ δὲ ἰδιώματα λείπεται τοῖς ἀφελέσι κατὰ τὴν μεταχείρισιν καὶ τὴν ἀπαγγελίαν.
[2] Οἱ μὲν οὖν πολιτικοὶ τὰς ἀρχὰς λαμβάνουσι καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων καὶ εἰς αὐτὰ τεινούσας, ὁ δὲ Ξενοφῶν εἰς αὐτὰ τεινούσας οὐκ ἐν ἅπασιν, εἴωθε δὲ μὴ ἀπ' αὐτῶν λαμβάνειν, ὥσπερ ἐν τῇ Παιδείᾳ ἔννοιά ποθ' ἡμῖν ἐγένετο· οὐ γὰρ ἀπὸ τῶν Κύρου πράξεων, ἀλλ' ἐπιχειρηματικῶς ἔξωθεν προήγαγε τὸν λόγον· διὸ καὶ προϊὼν κατὰ λεπτὸν ἔξωθεν τὴν αὔξησιν ἐποίησε.
[3] Κέχρηται δὲ καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος, πολλάκις φησὶν ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν.
[4] Ἔστι δὲ τοῦτο τὸ θεώρημα ἐν ἁπάσαις ταῖς ἀρχαῖς τῶν λόγων αὐτοῦ, τὸ μὴ εἰπόντα ὥσπερ δεύτερον νόημα εἰσαγαγόντα χωρίσαι τὸ πρῶτον, ἀλλ' ὑποβάλλειν τὰ ἐξηρτημένα τοῦ νοήματος εὐθέως καὶ ἐπεξιέναι ἐπὶ μακρόν· ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἷον ἔννοιά ποθ' ἡμῖν ἐγένετο, ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατ' εἶδος, ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες. καὶ ἕτερον δὲ τὸ μὴ ἐν ἀποφατικῷ σχήματι, οἷον οὐδέν ἐστι δυσπειθέστερον ἀνθρώπου φύσεως, ἀλλ' ὡς ἀνθρωπίνως μάλιστα σὺν ἐρωτήσει ἐξήτασεν ἔννοιά ποθ' ἡμῖν ἐγένετο καὶ τὸ μὴ ἀναβεβλημένῃ δέ, ἀλλὰ συνεστραμμένῃ τῇ λέξει χρῆσθαι ἔννοιά ποθ' ἡμῖν ἐγένετο τῆς ἀφελείας.
[5] Τὸ δὲ ἐπὶ τέλει σοι καὶ τοῦ ὀνόματος καὶ παντὸς λόγου ἱστάσθω ἐν μακρῷ, κρίνεται δὲ τὰ κῶλα αὐτὰ καθ' ἑαυτά, ὁ δὲ λόγος ἔστω ἀφελής, ὡς κατὰ κῶλα μὲν ἀπαρτιζόμενος, κατὰ δὲ λόγου ἰδέαν ἢ ποιότητα πυκνότητά τινα καὶ συμπλοκὴν καινοπρεπῆ καὶ ἀφελῆ ἐμφαίνων· ταῦτα δ' ἐξ ἑνὸς ὀνόματος πεποίηται, οἷον ἔννοια ποτὲ ἡμῖν ἐγένετο ἀντὶ τοῦ ἐνεθυμήθημέν ποτε. ἀφέλειαν γὰρ ἡ ὀξεῖα βραχύτης ποιεῖ, ὥστε τοῦ θεωρήματος ἀλλαγέντος ἐξ ἀφελείας γενέσθαι τραχύτητα συμβαίνει ἢ ἀξίωμα, τὸ πόθεν γίνεται ἀξίωμα πρᾷόν τι εἶναι.
[6] Ὅλως δὲ ὡς ἐγένετο τὰ πράγματα, οὕτω δεῖ καὶ τὰς ἀρχὰς ἐκλαμβάνειν, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες δύο· ἐνταῦθα γὰρ εἰ καὶ μεγάλη ἡ ὑπόθεσις, ἀλλ' ἡ ἀρχὴ ἀπὸ ψιλῶν τινῶν πραγμάτων ἐστί.
[1] Πλεῖστον δὲ διαφέρει πρὸς τὸ εἶδος τῶν λόγων ἑκατέρου ἡ διαφορὰ τῶν πραγμάτων, οἷον οἱ πολιτικοὶ ἐπὶ τῶν ἐνδόξων καὶ γνωρίμων πραγμάτων ἢ προσώπων οὐ διαποροῦσιν, ὁ δὲ συγγραφικὸς διαπορῶν καὶ ἐπιδιστάζων καὶ τοῖς ἐνδόξοις ἀφέλειαν ἐργάζεται.
[2] Τὸ δὲ μέγιστον ἁπάντων ἐν τῷ ἀφελεῖ λόγῳ, τὸ ψιλὰ καὶ καθαρῶς τὰ πράγματα προϊέναι καὶ μὴ ἐπισημαίνεσθαι τὰς δυνάμεις καθ' ἕκαστον· τοῦτο γὰρ πολιτικοῦ ἀνδρὸς τὸ ἐπισημαίνεσθαι, ὅταν μὴ μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ τὴν ποιότητα προστιθῇς, ἐὰν μέγα ᾖ ὡς μεγάλου, ἐὰν δὲ δεινὸν ὡς δεινοῦ, ὧν ἀμοιρεῖν δεῖ τὴν ἀφέλειαν. αὐτίκα γοῦν ὁ μὲν ἀφελὴς λέγει, παρελθὼν ταῦτα εἶπεν, ὁ δὲ Δημοσθένης, ἀναστὰς εἶπεν πολλῶν, ὦ Ζεῦ καὶ θεοί, θανάτων ἀξίους λόγους.
[3] Πολλαχοῦ δὲ ὁ Ξενοφῶν πολλαῖς βίαις καὶ Δημοσθενικαῖς κατὰ τὰς ἐννοίας χρῆται, μόνῃ δὲ τῇ μεταχειρίσει διαλλάσσει, ὡς καὶ ἐν τῇ Ἀναβάσει λογισμούς τινας λέγων περὶ τοῦ Τισσαφέρνους, ὅτι οὐκ ἐπιβουλεύει τοῖς Ἕλλησιν, ἐπειδὴ ἄπιστόν ἐστι τὸ πρόσωπον πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι, καὶ οὐκ ἔχει ἐκ τῆς κρίσεως αὐτὸ συστῆσαι, μεταβὰς ἐκ τῆς δυνάμεως αὐτὸ πιστοῦται, εἰ δὲ δυνάμενοι κακῶς ὑμᾶς δρᾶν οὐ ποιοῦμεν, δῆλον ὅτι οὐδὲ βουλόμεθα. τί οὖν ἐστι τὸ πεποιηκὸς ἀφελῆ τὰ οὕτως βίαια νοήματα; ὁ τρόπος τῆς μεταχειρίσεως· παραθεὶς γὰρ ἐξ ὑπάρξεως καὶ στερήσεως καὶ κόψας τὰ νοήματα λέγει, πότερον ὅτι ὑμεῖς μὲν ἐν τῇ οἰκείᾳ, ἡμεῖς δὲ ἐν τῇ ἀλλοτρίᾳ, καὶ πότερον ὑμεῖς μὲν εὐπορεῖτε, ἡμεῖς δὲ ἀποροῦμεν; οὐδὲν οὖν ἄλλο τὸ ἀνεικός ἐστι τὰ νοήματα ἢ ὁ τρόπος τῆς ἀπαγγελίας. ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ πεποίηκεν· ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι. ἀλλὰ τοῦτο πῶς λέγω; ὅτι ἐὰν ἡ ἔννοια ᾖ τοιαύτη, τραχεῖαν τὴν μεταχείρισιν ποιεῖ· οὐ γὰρ εἶπε σχετλιάσας, ὥσπερ ὁ Δημοσθένης, δεινὸν γὰρ ἂν εἴη, εἰ αἱ παρὰ Φιλίππου πεμπόμεναι ἐπιστολαί. ἔνιαι δὲ χρήσεις ἴδιαι τῶν ἀφελῶν εἰσι καὶ οὐκ ἂν μετήνεγκες οὐδαμῶς εἰς πολιτικὸν λόγον, ὡς καὶ ἐνταῦθα τὸ ὑπερβαλλόντως ἀνὴρ ἀγαθὸς ἐγένετο.
[4] Ὅλως δὲ πανταχοῦ, ὁποσαχοῦ ἐν ἐλαχίστῳ πολλὰ πράγματα τὰ λελυμένα εἴρηκε καὶ ἀπήρτικε τὸ νόημα, εὐρύθμως εἴρηκεν, οἷον ἐπεὶ δὲ ἀνέστη, συνανέστησάν με ταύτης πᾶσαι αἱ ἀμφ' αὐτήν. οὐ μὴν οὐδὲ πολλὰ δεῖ περιλαμβάνειν πράγματα ἐν τῷ ἀφελεῖ λόγῳ, ὡς ὁ Δημοσθένης ἐποίησεν, εἰ γὰρ ὅθ' ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ἀλλ' ἐν ὀλίγοις, ὡς ἂν εὐπαρακολούθητος ᾖ μάλιστά σοι ὁ λόγος.
[5] Τὸ δὲ τοῖς ὀνόμασιν ἀνεμφάτως χρῆσθαι εὐτέλειαν ἐργάζεται. διὸ καὶ τὸν ἀφελῆ λόγον κίνδυνος εἰς εὐτέλειαν περιελθεῖν, ἐγγυτάτω γινόμενον διὰ τὸ καὶ τοιούτοις ὀνόμασι χρῆσθαι. ἔστι τοίνυν ἐκφεύγειν καὶ περιΐστασθαι τὴν εὐτέλειαν τῇ τῶν ἰσοδυναμούντων παραθέσει, οἷον ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τὴν τελευτὴν τοῦ βίου. τὸ δὲ καὶ τοῖς ὀνόμασι τοῖς ἐπὶ ἑτέρων πραγμάτων κειμένοις κατὰ μεταφορὰν χρῆσθαι τῶν ἀφελῶν ἐστιν, οἷον πολλοὺς ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο, καὶ πάλιν τοὺς τῶν Ἑλλήνων ἀκολούθους· τοὺς γὰρ τελευταίους τῶν Ἑλλήνων οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι· καὶ τὸ διὰ τοῦ αὐτοῦ ὀνόματος ἔπειθον, ἐπείσθημεν· καὶ διακόψαντα τὰ νοήματα, πρέσβεις ἐπέμψαμεν· τὸ γὰρ λελυμένα ἀπ' ἀλλήλων προάγειν ἀφελῆ τὸν λόγον ποιεῖ καὶ ἦθός τι ἐμφαίνει, ὡς αὐτὰ γεγενημένα μετὰ τάχους λέγοντος. καὶ ὅσα δὲ ὀνόματα τόπων καὶ χωρίων πρόσφορά ἐστιν ἐν ἀφελεῖ λόγῳ, ταῦτα χρὴ ἐπιλέγεσθαι, ἔτι δὲ τὰ ἥττω ἔχοντα δύναμιν καὶ ἧττον προτιμώμενα, οἷον γυμνάσια, ἱππόδρομοι, ὅταν [δὲ] δὴ καὶ παρατιθῇς ἐπιλεγόμενος γυμνάσια ἀνδρῶν γυμναζομένων, ἱππόδρομοι ἱππέων ἱππαζομένων, ταῦτα πάντα τῆς ἀφελείας. δεῖ δὲ καὶ τὰ ὀνόματα ἐν τῷ ἀφελεῖ λόγῳ μὴ καθ' ἑνὸς μόνον πράγματος προάγεσθαι, ἀλλὰ καὶ δύο καὶ τρία σημαίνειν, οἷον ἐπειδὴ τὸ [τε] ἀπιέναι εἴδη πλείω ἔχει τινά, πάντα ταῦτα ἐπισκεπτέον· περιέχει γὰρ ἐν αὑτῷ καὶ τὸ πλησίον καὶ τὸ πόρρω καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ, καὶ πράγματα ἔχειν καὶ παρέχειν, καὶ ὅλως μυρία ἐστίν, ἃ σημαίνει. καὶ τὰ τοιαῦτα δὲ τῶν ὀνομάτων, ἐν οἷς περὶ κριθῶν καὶ ἀλεύρων καὶ ἐλαίου ἔστιν εἰπεῖν, ἀφέλειαν δοκεῖ μᾶλλον ἐν τῷ λόγῳ ποιεῖν· περὶ ἧττον γὰρ ἐνδόξων ὁ λόγος γίνεται. πολιτικὸς δὲ ἀνὴρ ὀκνήσειεν ἂν προσελθεῖν τοιούτοις ὀνόμασιν· ὅπου δ' ἂν προσίῃ, εὖ εἰδέναι χρή, ὅτι ἢ ἐνεργείας ἕνεκα, ἢ ὥστε ἦθος ἐν τῷ λόγῳ γενέσθαι, ἐπικατενεχθήσεται. ὁ ῥυθμὸς δὲ διάφορος ὢν ἀνασώζει τὰ πράγματα, καὶ οὐκ ἔτι ἐστὶν περὶ τὰ ἐννοήματα, ἀλλὰ περὶ τὴν ἀπαγγελίαν ἡ ἀνομοιότης τοῦ λόγου τοῦ πολιτικοῦ· τὸ μὲν γὰρ ἀποτετελεσμένον καὶ ὁλοκλήρως τὸ πολιτικὸν καὶ τῇ ἐννοίᾳ καὶ τῇ ἀπαγγελίᾳ τοιοῦτον εἶναι προσήκει. ἐνίοτε δὲ ἡ μὲν ἔννοια ἀφελής ἐστιν, ἡ δὲ ἀπαγγελία πολιτική, ὡς καὶ ἐν τῷ πρὸς Καλλικλέα ὁ Δημοσθένης, κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὐτὴν μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δὲ ὡς ἡμιμέδιμνον· ἐλαίου δὲ ἀποκλιθῆναι κεράμιον φάσκειν, οὐ μέντοι [ταῦτα] παθεῖν γε οὐδέν. καὶ τοῦτο δὲ μετὰ σεμνότητος, ὅπου γε αὐτὸ τὸ κύριον λεχθὲν κινδυνεύει εὐτέλειαν ποιῆσαι, ὥσπερ εἰ ἔλεγες, οὐ μέντοι ἐκχυθῆναί γε, ἐνταῦθα ὁ δὲ ἀντὶ τοῦ κυρίου καὶ τοῦ κατ' εἶδος ἐν γένει μεταβαλὼν εἶπεν, οὐ μέντοι παθεῖν γε οὐδέν. καὶ τὸ διὰ τῶν αὐτῶν ὀνομάτων ἐπιπλέξαι δοκεῖ μὲν τοῦ ἀφελοῦς εἶναι λόγου, ἐκλύει δὲ τὸν τόνον τοῦ πολιτικοῦ λόγου, ὡς καὶ ἐν τῷ τῆς παραπρεσβείας ὁ Δημοσθένης, τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας, ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων ἀσφάλειαν ἐπιφορικῶς ὡς ἐν συμπληρώσει ἐπήνεγκε.
[6] Καὶ τὸ τὴν γνώμην προλαβεῖν τῆς ἀφελείας ἐστίν, οἷον εὖ εἰδώς, καὶ ἡγούμενος, καὶ νομίζων. καλὸν δὲ καὶ τὸ ὑποβάλλειν τὰ νοήματα καὶ ὡς ἀπὸ τῆς ἑτέρων γνώμης εἰσάγειν. καὶ μάλιστα αὐτῷ χρῆται ἐν τῇ Παιδείᾳ ὁ Ξενοφῶν ἑκάστοτε λέγων, εἰ μέν τις ὑμῶν τόδε οἴεται.
[7] Καὶ τὸ μὴ ἐκπεπλῆχθαι ἐφ' οἷς ἄν τις ἐκπλαγείη, καὶ τὸ μὴ θαυμάζειν τὰ θαύματος ἄξια, ἀλλ' ἁπλῶς λέγειν τὰ γεγονότα μὴ ἐνσημαίνοντα παρ' ἑαυτοῦ καὶ τοῦτο τῆς ἀφελείας.
[8] Τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα. χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.
[9] Πρέπουσι δὲ τῷ ἀφελεῖ λόγῳ καὶ ἐπαλλαγαί, οἷον νομίζει οὐ νομίζων, καὶ τὸ ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς ἀφελείας ἐστί. τῆς ἀφελείας δὲ καὶ τὸ μὴ τραχέσι χρῆσθαι, ἀλλὰ τοῖς ὑφειμένοις. τραχύτητος μὲν γάρ ἐστιν εἰπεῖν τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ δημοσίᾳ, ὁ δὲ ἀφελὴς οἴκοι φησὶ καὶ ἐπὶ τῶν βωμῶν. καὶ τὸ ταῖς τοιαύταις προθέσεσι χρῆσθαι, οἷον διεθρύλητο γὰρ ἀφελές ἐστι.
[10] Καὶ τὰ εὐκτικὰ τῆς ἀφελείας μᾶλλον εἶναι δοκεῖ, ὡς ἄξιος εἴη, καὶ εἰ εὐσεβοῖεν, καὶ ὡς φαίη Σωκράτης, καὶ τὰ τοιαῦτα· καὶ ἐν τῇ Ἀναβάσει ὡς πολεμεῖν τε ἱκανοὶ εἶεν, καὶ τὸ ἑξῆς ἐν τῷ ὁμοίῳ σχήματι καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. τὰ δὲ εὐκτικὰ καθαρὸν ποιεῖ τὸν λόγον.
[11] Καὶ τὸ μὴ ἐπιταχύνειν τὸν τόνον τῆς ἀπαγγελίας, ἀλλ' ἐπιβραδύνειν καὶ σχολῇ προχωρεῖν τῆς ἀφελείας, οἷον ἀλλὰ μὴν [οἷον] οὐδὲ ταῦτα ἄν τις ἔχοι μέμψασθαι αὐτούς. καὶ τὰς ἐκβάσεις οἱ μὲν πολιτικοὶ εἰώθασι μᾶλλον κατὰ τὰς τῶν ἀτόπων ἐκβάσεις ἐξετάζειν, καὶ τοῦτο τραχύτητα αὐτοῖς ἐργάζεται, οἱ δὲ ἀφελεῖς κατὰ τὰς τῶν ἀγαθῶν ἀποβάσεις μᾶλλον, οἷον τοῦτο γὰρ οὖν ἄλλης μὲν οὐδεμιᾶς ἀρχῆς.
[12] Καὶ τὸ μὴ ὑπερδιατείνεσθαι μήτε τοῖς πράγμασι μήτε τοῖς νοήμασι τῆς ἀφελείας ἐστί, καὶ αἱ μεταβάσεις αἱ τοιαῦται, ἀλλὰ μήν· ὥς γε μήν. καὶ τὸ μὴ οἰκείᾳ ἐπικρίσει χρῆσθαι, ὅταν ἄξιόν τι ἐπαίνου, ἀλλὰ τῇ κοινῇ ἀφελὲς πάνυ, οἷον εὐθὺς μὲν οἱ πολλοὶ ἠγάσθησαν. ἐνταῦθα δὲ καὶ ἑτέρα τίς ἐστιν ἀρχή, τὸ μὴ καθ' ὑπερβολὴν εἰπεῖν, πάντες ἠγάσθησαν ἀλλ' ὑφειμένως οἱ πολλοὶ ἠγάσθησαν. ἴδιον δὲ τῶν ἀφελῶν καὶ τὸ τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν, οἷον τὰς ἐλπίδας ἔχειν δεῖ τῆς σωτηρίας ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μήτε ἀσέβημα περὶ θεοὺς μήτε ἀδίκημα περὶ ἀνθρώπους.
[13] Καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἷον καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις. καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατ' εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων ᾖ διαφορά, καὶ οὕτως ἐπιπλέκεις, ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο, καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἷον ὀρεγόμενοι τῆς ἐλευθερίας. τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἷον δεικτικὸν ἐνάργειαν ἔχον, ἐκεῖνος γὰρ ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων. ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἷον ὁ Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου.
[14] Ἀφελὲς δὲ καὶ τὸ μὴ ὡς ἐν προτάσει κατασκευάζειν, ὅτι καλὸν ἀλλ' ὡς ἐν συγκρίσει κάλλιον ἄλλου καλοῦ. τὸ δὲ καὶ εἰπόντα τι κατὰ ἀπόφασιν τὴν ὑπερβολὴν εἰπεῖν ἀντὶ τῆς ἀρνήσεως, οἷον οὐδ' εἰ μέλλοιμί γε. καὶ τὸ ἀντὶ τοῦ ἀκολούθου τὸ ἐναντίον κατὰ ἀναίρεσιν λέγειν ἀφελέστερον καὶ ἐπιμελέστερον, οἷον ἐνταῦθα, ἐπεμελεῖτο, οὗ τὸ ἀκόλουθον ἦν οὐκ ἠμέλει.
[15] Καὶ τὰ ἀσύνδετα τοῦ ἀφελοῦς ἐστι· λύει γὰρ τὸν ῥυθμόν. τοῦτο δὲ ἐναντίον μὲν τῷ πολιτικῷ, πρέπον δὲ τῷ ἀφελεῖ, οἷον Ἀθηναίους, Θηβαίους, Ἀργείους, Κορινθίους. ἀφελὲς δὲ καὶ τὸ μὴ ἀθρόως λέγειν· ἀθρόως μὲν γάρ ἐστιν εἰπεῖν οἱ Πέρσαι, μερικῶς δὲ τὰ [δὲ] τῶν Περσῶν.
[16] [Καὶ τὸ ἀλλοτρίαις δόξαις ἐπερειδόμενον λέγειν περὶ τῶν πραγμάτων τοῦ ἀφελοῦς ἐστιν, οἷον ἐπειδὴ ἐστασίασαν. ἐπὰν δὲ εἴπῃς, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.] καὶ τὸ πολλάκις μεταβάλλοντα τὰς πτώσεις τῷ αὐτῷ χρήσασθαι ὀνόματι ἀναστρέφοντα τῆς ἀφελείας ἐστί. τοῦτο μὲν οὖν τοῦ αὐτοῦ τρόπου, τὸ μὴ ἀποκρυψάμενον μήτε τὸ πρᾶγμα μήτε τὸ ὄνομα ἀφανῶς εἰπεῖν, οἷον ἔλεγε δὲ Κύρῳ. συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατ' εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν, οἷον Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς. ὅταν δὲ τὸ νόημα ἐξ ἑνὸς τοῦ συμπληροῦντος ὀνόματος ἀπαρτίζηται καὶ ἐπὶ τελευτῆς στῇ ἐφ' ἑνὶ ὀνόματι, ὥσπερ ἐνταῦθα, ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν, συγγραφικόν ἐστι καὶ λόγου ἦθος ἔχοντος. καὶ τὰ καθ' ἓν λεγόμενα, οἷον πάντα μὲν χαλκόν, πάντα δὲ φοίνικα, τῆς ἀφελείας ἐστί, τὸ δὲ κατὰ πλῆθος τῆς περιβολῆς καὶ τοῦ ἀξιώματος.
[17] Αἱ συμπολοκαί εἰσι μὲν μᾶλλον τῶν ἀγωνιστικῶν, γένοιτο δ' ἄν ποτε καὶ ἐν ἀφελεῖ λόγῳ, ὅταν ἡ μὲν ἀρχὴ συνεστραμμένη ᾖ, διὰ τὴν συμπλοκήν, τὰ δὲ ἑξῆς λελυμένα, οἷον ἔκαιε καὶ ἐπόρθει. δριμύτητα δὲ ποιεῖ καὶ ἡ ἐπαναφορὰ τῆς συμπλοκῆς, ἅμα μὲν ἔκαιεν, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου, οὐχὶ διεκήρυττεν οὐδὲ ἐκέλευε κηρύττειν.
[18] Ἐξαρκεῖ δὲ καὶ ἐν ἀφελεῖ λόγῳ οὐ μόνον αὐτὰ εἰπεῖν τὰ γενόμενα, ἀλλὰ καὶ ὡς ἔτυχε γενόμενα εἰπεῖν, οἷον Φίλιππος δὲ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ δὲ κρούσας τὴν θύραν παραπεφύλακται μέν, ὅτι οὐ κόψας μόνον, ἀλλὰ καὶ κρούσας λέγεται ἔνιοι δὲ οὐχ οὕτως οἴονται· ὅτι δὲ Ἑλληνικόν ἐστιν, οὐδὲν δεῖ διαφέρεσθαι. σὺ δέ, εἰ ἐβούλου πολιτικῶς αὐξῆσαι τὸν λόγον, παρετίθεις ἂν αὐτοῖς καὶ τὰς δυνάμεις, Φίλιππος ἦν γελωτοποιός, ὅστις ἐξαίφνης ἐπίσταται, καὶ ἐπειδὴ οὐδένα αὐτοῦ πλησίον κατέλαβε, τὸ μὲν πρῶτον ἔγνω εἰσπηδῆσαι, ἐδόκει δὲ αὐτῷ σημᾶναι πρὸς ἕτερον, καὶ ἔκοπτε προσελθὼν τὴν θύραν.
[19] Τὸ δὲ καὶ ταῖς τῶν ἄλλων δόξαις ἐπερειδόμενον ἔνια τῶν πραγμάτων λέγειν ἀφελοῦς ἐστιν, οἷον ὡς λέγεται. πολιτικοῦ δὲ ἀνδρός ἐστι τὸ αὐτὸν ἀφ' ἑαυτοῦ τὰ πλεῖστα εἰσάγειν, οἷον ὁ μὲν Θουκυδίδης ἀφελῶς εἰρηκέναι δοκεῖ, στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἐὰν δὲ εἴπῃ, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.
[20] Ἔνια δὲ τοῖς μὲν ἀφελέσι καλά, τοῖς δὲ πολιτικοῖς ταπεινά, οἷον τὸ λαγῶν βίον ζῶν· τοῦτο γὰρ ἐπὶ διασυρμῷ μὲν εἴρηται, ἔχει δὲ χώραν· ἄλλως γὰρ ἐν ἀφελείᾳ ὁ λόγος προάγεται, ἄλλως ἐν εὐτελείᾳ. ὅταν οὖν τι θέλῃς διασῦραι, καθ' ἓν κόπτων εἴσαγε, οἷον ὡς ὁ Δημοσθένης, ἔξαρχος καὶ ἡγεμὼν καὶ κιττοφόρος. προσήκει δὲ ἐν ἐπιμελείᾳ καὶ διαλόγῳ ἀφέλειαν ἐν λόγῳ μεμῖχθαι ταῖς ἀρχαῖς τοῦ ἀξιώματος. καὶ ἡ εἰς ταὐτὸν κατάληξις, ἀποτεταγμένη μέντοι, ἵνα μὴ διαφθείρῃ τὸν λόγον, ἀφέλειαν ποιεῖ.
[21] Πάνυ δὲ καλὸν ἐν τοῖς ἀφελέσι τῶν λόγων τὸ τὰς πλάσεις ποιεῖν καὶ ἐνάργειαν θαυμαστὴν ἔχει, οἷον σὺ εἰ ἤθελες πλάσας εἰπεῖν, αὐτὸς δὲ προσῆλθε καὶ εἶπεν ὅτι κατὰ καιρὸν αὐτοῖς ἐντετυχηκὼς εἴη, ὁ δὲ Ξενοφῶν, εἰς καλόν γε ὑμῖν συντετύχηκα· καὶ γὰρ κόπτειν καὶ ἀρχὰς ποιεῖσθαι τῆς ἀφελείας ἐστίν. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὲν ἐξαλλάξῃς καὶ ἀπαρτίζων εἰς πολλὰς ἀρχὰς τὸν λόγον ἐπάγῃς, δοκεῖ τῆς καινοπρεπείας καὶ τῆς λεπτοτέρας ἰδέας εἶναι, οἷον ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, εἶτα ἄλλη ἀρχή, ἐπὶ ταύτῃ Μίδας τὸν σάτυρον ἐθήρασε, καὶ ἄλλη ἀρχή, ὁ [δὲ] τρόπος τῆς θηράσεως, οἴνῳ κίρνησιν αὐτήν. αἱ μὲν οὖν τοιαῦται ἀρχαὶ καὶ τὸ ὀρθοῦν συνεχῶς οὕτω τὸν λόγον τῆς λεπτοτέρας ἰδέας. τοῦ δὲ ἀρχαιοτέρου τρόπου ἀποτείναντα μιᾷ διεξόδῳ τοῦ λόγου τὸ πᾶν διεξελθεῖν· ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐφ' ᾗ λέγεται Μίδας τὸν σάτυρον θηρᾶσαι· καὶ ὁ τρόπος πῶς; οἴνῳ κεράσας αὐτήν· ἀπὸ μιᾶς γὰρ ἀρχῆς εἰς ἓν τέλος συμπεπέρασται ὁ λόγος. καὶ ἔστι τοῦτο τοῦ Ξενοφῶντος τύπου. περὶ τῶν ἀφανῶν πολλάκις εἶπον ὅτι δεῖ ὡς ἐξ ἀκοῆς λέγειν. ἁρμόζει δὲ τοῦτο καὶ τῷ ἀφελεῖ λόγῳ, οἷον ἐλέγετο, καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. περὶ τῶν μυθωδῶν, οὐχ ὅτι ἐγένετο, ἀλλ' ὅτι λέγεται γενέσθαι. εἴπομεν δὲ ὅτι καὶ αἱ καινοπρέπειαι τῆς ἀφελείας εἰσίν· οὐ χεῖρον οὖν κἀνταῦθα παραδείγματι χρήσασθαι, ὡς ἐν τῇ Ἀναβάσει Κύρου φησὶν ὁ Ξενοφῶν, τὰ Λύκαια ἔθυσε. πάνυ δὲ τοῦτο καινοπρεπὲς καὶ ἰδία τις σύνταξις τὰ Λύκαια ἔθυσε. τῷ γὰρ ὀνόματι τῆς ἑορτῆς οὕτω κέχρηται ὡς αὐτῷ τῷ θυομένῳ, εἰπὼν τὸ γινόμενον κατὰ τοῦ ἐν ᾧ γίνεται καὶ δι' ὃ γίνεται· θύειν μὲν γὰρ ἐν Λυκαίοις σύνηθες εἰπεῖν, θύειν δὲ τὰ Λύκαια τῆς καινοπρεπείας, οἷον εἰ σὺ λέγοις, ἔθυσε τὰ Παναθήναια καὶ ἔθυσε τὰ Ὀλύμπια· σύνηθές ἐστι λέγειν καὶ θῦσαι θυσίας. [καὶ τοῦτο σύνηθές ἐστι λέγειν.] εἰργασμένου δὲ λόγου ἐστὶ τὸ παρατιθέναι τὰ ἐκ τῶν τόπων, ποῦ καὶ τίνος πλησίον καὶ ὑπὸ τῶν, ὡς καὶ ἐν τῇ Ἀναβάσει ἔχει τῇ Κύρου, ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἔρυμνα ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει. εἶτα ἡ αὐτὴ ἐπανάληψις, ὡς εἶναι καὶ ἄλλην ἀρχήν, ῥεῖ δὲ οὗτος καὶ διὰ τῆς πόλεως καὶ εἰσβάλλει εἰς τὸν Μαίανδρον ποταμόν. καὶ ἄλλο πάλιν ἐκ τοῦ τόπου ἔνδοξον, ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίσαντά οἱ περὶ σοφίας. ἐκεῖνο μὲν οὖν, ὡς προείπομεν, εἰδέναι δεῖ ἐπὶ τῶν μύθων, ὅτι εἰσάγεται οὐχ ὡς ἐγένετο, ἀλλ' ὅτι λέγεται γενέσθαι. εἶτα καὶ ἐκεῖνο εἰδέναι δεῖ, ὅτι ἀρχαῖος τρόπος, ἐπειδὰν καὶ σφόδρα ἐπὶ ἐνδόξων πραγμάτων ᾖ, οὐκ ἔχει τὴν αὐτὴν περιέργειαν ἐν ἑαυτῷ, ἀλλ' ἐξαρκεῖ αὐτῷ τὰ πράγματα εἰπεῖν καὶ ὃν τρόπον ἐπράχθη, μηδὲν περιειργασμένον αὐτοῖς· τὸ γὰρ περιεργάζεσθαι καὶ διατρίβειν ἐν αὐτοῖς ἐνδόξοις οὖσι, τοῦτο ἀπάγει τὸν λόγον ἀπὸ τοῦ τύπου τοῦ ἀρχαίου. ἐνταῦθα λέγεται, μή τι εἶπεν, ἐνταῦθά ἐστι Μαρσύας αὐλητής, Φρὺξ τὸ γένος, ᾧ τοσοῦτον ἐπῄει φρονεῖν. διατριβὴ γὰρ γίνεται καὶ περιέργεια. κἀκεῖνο δὲ ὅρα· ἀνέστρεψε γὰρ τὴν τάξιν· τὸ μὲν γὰρ πρῶτον ἦν εἰπεῖν ὅτι ἤρισεν, εἶτα ὅτι ἡττήθη, εἶτα τί ἔπαθε, τὰ δὲ τοιαῦτα, ὅταν ἀναστρέψῃς τὴν τάξιν καὶ τὸ τελευταῖον πρῶτον θῇς, εἶτα οὕτως ἐφεξῆς τὰ πρὸ τούτου, τάχος ποιήσεις τῷ λόγῳ καὶ κάλλος· ὅταν εἰπόντος ὃ ἔπαθεν ὁ λόγος χητήσῃ διὰ τί ἔπαθεν· ἐρίσας οὐ περὶ αὐλητικῆς ἢ μουσικῆς, ἀλλὰ περὶ σοφίας. καὶ τὸ δέρμα ἄλλος μὲν ἂν εἶπεν ὅτι κρέμαται, ἀλλὰ πάλιν νεαροπρεπές· οὗτος δὲ καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί. εἶτα ὡς ἀναγκαῖον καὶ οὐ περιειργασμένον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. ὅρα δὲ καὶ ἐν τούτῳ τὴν ἐγκράτειαν τῶν ἀρχαίων· οὐ γὰρ εἶπε τὸ πάθημα δι' ὃ τοὔνομα προσέθηκεν τὸ τοῦ Μαρσύου τῷ ποταμῷ, ἢ τὴν συμφορὰν τοῦ αὐλητοῦ· οὐδὲν γὰρ τούτων Ξενοφῶν ποιεῖ, ἀλλ' ἀρκεῖ αὐτῷ τοσοῦτον μόνον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. εἶτα ἄλλη ἀρχὴ ἐξ ἐνδόξου, ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει. ὅρα καὶ ἐνταῦθα τὴν ἐγκράτειαν· οὔτε γὰρ Σαλαμὶς ἐνταῦθα οὔτε στόλος καὶ πλῆθος πεζῶν καὶ τριήρων, οὐδὲ ὅπως ἡττήθη, οὐδὲ ὅπως ἔφυγεν, οὐδὲ ἄλλο οὐδέν, τοσούτων ὄντων τῶν προσόντων Ξέρξῃ, ἀλλὰ ψιλὸν ὅτε ἐκ τῆς Ἑλλάδος. μεμάθηκας οὖν ὅπως οἱ ἀρχαῖοι ἐπεξέρχονται καὶ ὅση ἐν τούτοις ἐγκράτεια.
[22] Ἐκεῖνο δὲ μάλιστα τήρει ἐν τοῖς νοήμασιν, ὅτι δεῖ τὰ συμπληροῦντα ταμιεύεσθαι καὶ τελευταῖα τιθέναι, ὡς ἂν καὶ σεμνότητος ὁ λόγος μετέχοι. ὅρα δὲ κἀκεῖνο, ὅτι ἐν τοῖς ἀφελέσι λόγοις, κἂν ᾖ τὰ μὲν μείζω καὶ προτιμότερα τῶν πραγμάτων, τὰ δὲ ἐλάττω, αἰεὶ πρότερον τὰ ἐλάττω τιθέναι εἰώθασιν, ὡς καὶ ἐνταῦθα, μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ ὁ δὲ οὐκ ἐπὶ τοῦτο εὐθέως ἦλθεν, ἀλλὰ πρότερον τὸ τῆς γνώμης εἶπεν, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς. ἡ δὲ ἀρχή, Κλέαρχος ἦν Λακεδαιμόνιος φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν τούτου πειραθεὶς ὁ Κῦρος ἢ τοῦτον κατιδὼν πολλοῦ ἄξιον ὄντα καὶ στρατηγικώτατον, ἀλλ' ἁπλῶς τούτῳ συγγενόμενος. καὶ τὸ ἑξῆς δὲ τὸ ἑπόμενον αὐτῷ, ὡς ἂν μάλιστα τὸ ἦθος φανείη, οὕτως ἔχει, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς.
[23] Πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὡς ἔχει καὶ τοῦτο, ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου τῶν τε παρ' ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ. τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλ' ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.
[24] Καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθ' ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.
[25] Ἐὰν δὲ κατὰ συγκριτικὰ ἀφαιρῇς τοῦ μεγέθους, ἐπιμέλεια μᾶλλον γίνεται, ὡς ἐν τῷ Ἀγησιλάῳ ὁ δὲ τῶν Περσῶν βασιλεὺς νομίσας ἁπάντων τούτων Τισσαφέρνην αἴτιον εἶναι, τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ, Τιθραύστην καταπέμψας, ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτο μὲν τῆς ἀφελείας τὸ ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν, τὸ δὲ νομίσας διάθεσίν τινα ἔχει τῶν ὑποκειμένων πραγμάτων· οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶς μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτος δὲ ὁ θόρυβος καὶ ταραχή, μάχας δὲ τοσαύτας ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντες ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσας, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶς τοῖς συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενος, ἀλλὰ νομίσας. καὶ ἡ σύγκρισις μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἀθυμότερα ἐγένετο· καὶ οὐκ εἶπεν, ἐν ἀθυμίᾳ δεινῇ, ἀλλ' ἀθυμότερα. καὶ τὸ μερικῶς δὲ εἰπεῖν τὰ τῶν βαρβάρων, καὶ οὐχ οἱ βάρβαροι καὶ τοῦτο τῆς ἀφελείας, οἷον ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων.
[26] Ἔτι τῶν ὀνομάτων τὰ μὲν σφόδρα σημαίνεται, τὰ δὲ ἧττον, οἷον τὰ μὲν σφόδρα, διεξῆλθεν, ἐξήλασεν· τὰ δὲ ἧττον, ἐπορεύθη, ὡς καὶ ἐπὶ τοῦ Ἀγησιλάου, τῇ δὲ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη καὶ τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη ἐς τὰ τῶν Βοιωτῶν ὅρια. ἔχει δὲ καὶ ἡ καινοπρέπεια τὴν ἀφέλειαν· τὸ γὰρ τοῦ προσώπου πρᾶγμα ἐπὶ τὸν τόπον μετέθηκεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν διὰ τῆς τῶν φίλων λέγει διὰ φιλίας, καὶ ἀντὶ τοῦ διὰ τῆς τῶν συμμάχων διὰ τῆς συμμαχίδος. χρῶνται δὲ οἱ ἀφελεῖς καὶ τῷ ἐνταῦθα ποικίλως· καὶ γὰρ τόπου καὶ χρόνου σημαντικόν ἐστι, τὸ δὲ ἐνταῦθα καταλαμβάνει τοῦ τόπου, ἡ δὲ διάστασις ἀφελής· τὸ γὰρ νόημα ἀπέστησεν ἀπὸ τῶν προηγουμένων. καὶ ποτὲ μὲν τελείῳ δεικτικῷ χρῆται ἐνταῦθα δή, ποτὲ δ' ἐλλιπεῖ ἔνθα δή.
[27] Περὶ δὲ τῆς τροπῆς τῆς παρὰ τοῖς συγγραφικοῖς τῶν ἀνδρῶν τοσοῦτον δεῖ εἰδέναι, ὅτι οὐκ ἀπὸ μεγάλων δεῖ οὐδὲ σεμνῶν τὰς τροπὰς λαμβάνεσθαι, ἀλλὰ μᾶλλον ἀπὸ τῶν φαυλοτέρων ἢ κοινοτέρων, ὡς καὶ ἐν τῷ Συμποσίῳ ἔχει, τουτοισὶ τοῖς ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχάς· τὸ γὰρ τῶν ἐκκεκαθαρμένων ὄνομα τροπὴν ἔχον ἀπὸ σκευῶν ἢ ἀγγείων, μετενεχθὲν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ σεμνότερα, ἐπὶ τοὺς ἄνδρας καὶ τὴν ψυχὴν τὴν τῶν ἀνδρῶν οὐ καθαρὰν τὴν τροπὴν πεποίηκεν, ἀλλὰ πεφυλαγμένην καὶ συγγραφικήν. καὶ αἱ τοιαῦται τροπαὶ συνήθεις εἰσὶ μᾶλλον τῇ ἀφελείᾳ, οἷον ἡ δὲ οἰκουμένη μέν, σπειρομένη δέ, ἀέναον τὴν τροφὴν παρέχεται. πάνυ δὲ τοῦ ἐγκωμιαστικοῦ εἴδους τὸ τοιοῦτο σχῆμα.
[28] Τὰ δὲ τῆς τάξεως οὕτως ἔχειν δεῖ, ὅπως ἂν ἑκάστῳ ἁρμόζειν δοκῇ· ἐν μὲν γὰρ ταῖς ἱστορίαις αὐτὰ τὰ πράγματα καὶ τὴν τάξιν τῶν λεγομένων ἀπεργάζεται, ἐν δὲ ταῖς ὑποθήκαις καὶ διδασκαλίαις καὶ τοῖς ἀπομνημονεύμασιν, ὡς ἂν βούληταί τις.
[29] Ταῦτα οὖν ἀκριβῶς τηρήσας καὶ ἐγγυμνασάμενος αὐτοῖς ποιήσεις καὶ ἀξιώματος ὄντος ἐπιμέλειαν καὶ ἐξ ἐπιμελείας ἀξίωμα, καὶ ἡ ἀφέλεια τοιαύτη ἔσται ἐν πᾶσι τὴν ἰσχὺν τῶν θεωρημάτων ἔχουσα. ταῦτα μὲν οὖν ἱκανῶς ἐπιδέδεικταί σοι περὶ ὧν προεθέμεθα, ὅσα τε θεωρήματα καθ' ἑκάστην λέξιν περί τε ἤθους καὶ ἀρχὰς λόγου καὶ μεταχείρισιν νοημάτων καὶ γλυκύτητα λέξεως, καὶ ἀφέλειαν πάλιν αὖ λέξεως καὶ διηγήσεις καὶ μυθώδεις ἀγωγάς, καὶ περὶ κάλλους ἐν λόγῳ, καὶ ταῦτα καθ' ἕκαστον εἴρηται.